Λήϊτον αὖθʼ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷυἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης·τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν.Ἕκτορα δʼ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθένταβεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν·ἐν καυλῷ δʼ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησανΤρῶες· ὃ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαοδίφρῳ ἐφεσταότος· τοῦ μέν ῥʼ ἀπὸ τυτθὸν ἅμαρτεν·αὐτὰρ ὃ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τεΚοίρανον, ὅς ῥʼ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετʼ αὐτῷ·πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσαςἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους·καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ,αὐτὸς δʼ ὤλεσε θυμὸν ὑφʼ Ἕκτορος ἀνδροφόνοιο·τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δʼ ἄρʼ ὀδόνταςὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην.ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ἡνία χεῦεν ἔραζε.καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσικύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα·μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι·γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τʼ οὐκέτι κάρτος Ἀχαιῶν.ὣς ἔφατʼ, Ἰδομενεὺς δʼ ἵμασεν καλλίτριχας ἵππουςνῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ.οὐδʼ ἔλαθʼ Αἴαντα μεγαλήτορα καὶ ΜενέλαονΖεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας·ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστιγνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει.τῶν μὲν γὰρ πάντων βέλεʼ ἅπτεται ὅς τις ἀφήῃἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δʼ ἔμπης πάντʼ ἰθύνει·ἡμῖν δʼ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε.ἀλλʼ ἄγετʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶχάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες,οἵ που δεῦρʼ ὁρόωντες ἀκηχέδατʼ, οὐδʼ ἔτι φασὶνἝκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτουςσχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.εἴη δʼ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα