Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνηδοίη κάρτος ἐμοί, βελέων δʼ ἀπερύκοι ἐρωήν·τώ κεν ἔγωγʼ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνεινΠατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.ἀλλʼ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδʼ ἀπολήγειχαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε,καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν,ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιοἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμʼ ἀνθρώπου·τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας,βῆ δʼ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.ἔσκε δʼ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνοςἀφνειός τʼ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρδήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής·τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαοςἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαοςνεκρὸν ὑπʼ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.Ἕκτορα δʼ ἐγγύθεν ἱστάμενος ὄτρυνεν ἈπόλλωνΦαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντωνξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων·τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων·Ἕκτορ τίς κέ σʼ ἔτʼ ἄλλος Ἀχαιῶν ταρβήσειεν;οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γεμαλθακὸς αἰχμητής· νῦν δʼ οἴχεται οἶος ἀείραςνεκρὸν ὑπʼ ἐκ Τρώων, σὸν δʼ ἔκτανε πιστὸν ἑταῖρονἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος.ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.καὶ τότʼ ἄρα Κρονίδης ἕλετʼ αἰγίδα θυσσανόεσσανμαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν,ἀστράψας δὲ μάλα μεγάλʼ ἔκτυπε, τὴν δὲ τίναξε,νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δʼ Ἀχαιούς.πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχριςαἰχμὴ Πουλυδάμαντος· ὃ γάρ ῥʼ ἔβαλε σχεδὸν ἐλθών.