κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιοἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν,ὣς ἄρʼ ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχοςνηδυίοισι μάλʼ ὀξὺ κραδαινόμενον λύε γυῖα.Ἕκτωρ δʼ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ·ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸνοὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθηἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν ὁρμηθήτηνεἰ μή σφωʼ Αἴαντε διέκριναν μεμαῶτε,οἵ ῥʼ ἦλθον καθʼ ὅμιλον ἑταίρου κικλήσκοντος·τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτιςἝκτωρ Αἰνείας τʼ ἠδὲ Χρομίος θεοειδής,Ἄρητον δὲ κατʼ αὖθι λίπον δεδαϊγμένον ἦτορκείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊτεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντοςκῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων.ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόενταθῆκʼ, ἂν δʼ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεναἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.ἂψ δʼ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνηἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνηοὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺςὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετʼ αὐτοῦ.ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃΖεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιοἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργωνἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει,ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴνδύσετʼ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον.πρῶτον δʼ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδαἴφθιμον Μενέλαον· ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν·εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν·σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδοςἔσσεται εἴ κʼ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖροντείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.τὴν δʼ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·