ὣς ἔφατʼ, Ἀλκιμέδων δὲ βοηθόον ἅρμʼ ἐπορούσαςκαρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,Αὐτομέδων δʼ ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ,αὐτίκα δʼ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα·Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνωνἵππω τώδʼ ἐνόησα ποδώκεος Αἰακίδαοἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι·τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷσῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊτλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ.ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο.τὼ δʼ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμουςαὔῃσι στερεῇσι· πολὺς δʼ ἐπελήλατο χαλκός.τοῖσι δʼ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴςἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸςαὐτώ τε κτενέειν ἐλάαν τʼ ἐριαύχενας ἵππουςνήπιοι, οὐδʼ ἄρʼ ἔμελλον ἀναιμωτί γε νέεσθαιαὖτις ἀπʼ Αὐτομέδοντος. ὃ δʼ εὐξάμενος Διὶ πατρὶἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας·αὐτίκα δʼ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον·Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους,ἀλλὰ μάλʼ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγεἝκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω,πρίν γʼ ἐπʼ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππωνῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶνἈργείων, ἤ κʼ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον·Αἴαντʼ Ἀργείων ἡγήτορε καὶ Μενέλαεἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθʼ οἵ περ ἄριστοιἀμφʼ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν,νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ·τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόενταἝκτωρ Αἰνείας θʼ, οἳ Τρώων εἰσὶν ἄριστοι.ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,καὶ βάλεν Ἀρήτοιο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.ὡς δʼ ὅτʼ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ