μυρομένω δʼ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων,κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτιθνητῷ, ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε;ἦ ἵνα δυστήνοισι μετʼ ἀνδράσιν ἄλγεʼ ἔχητον;οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸςπάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.ἀλλʼ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισινἝκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω.ἦ οὐχ ἅλις ὡς καὶ τεύχεʼ ἔχει καὶ ἐπεύχεται αὔτως;σφῶϊν δʼ ἐν γούνεσσι βαλῶ μένος ἠδʼ ἐνὶ θυμῷ,ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιονῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξωκτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνταιδύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ·ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ.τὼ δʼ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντεῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς.τοῖσι δʼ ἐπʼ Αὐτομέδων μάχετʼ ἀχνύμενός περ ἑταίρουἵπποις ἀΐσσων ὥς τʼ αἰγυπιὸς μετὰ χῆνας·ῥέα μὲν γὰρ φεύγεσκεν ὑπʼ ἐκ Τρώων ὀρυμαγδοῦ,ῥεῖα δʼ ἐπαΐξασκε πολὺν καθʼ ὅμιλον ὀπάζων.ἀλλʼ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν·οὐ γάρ πως ἦν οἶον ἐόνθʼ ἱερῷ ἐνὶ δίφρῳἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους.ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσινἈλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο·στῆ δʼ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα·Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴνἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς;οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳμοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δʼ Ἕκτωραὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο.τὸν δʼ αὖτʼ Αὐτομέδων προσέφη Διώρεος υἱός·Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖοςἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε,εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντοςζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόενταδέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι.