ἀλλʼ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσταιοὐδʼ ἔτʼ ἀδήριτος ἤτʼ ἀλκῆς ἤτε φόβοιο.ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷἈτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·ἂψ δʼ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλανύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή,δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαιπλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίηςχώρῳ ἐν οἰοπόλῳ, ὅθʼ ἅλις ἀναβέβροχεν ὕδωρ,καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσιπαντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ·ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇβόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσσʼ ἐπὶ γαίῃ·τοῖον Πάνθου υἱὸν ἐϋμμελίην ΕὔφορβονἈτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχεʼ ἐσύλα.ὡς δʼ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼςβοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη·τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιπρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσειδῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τʼ ἄνδρές τε νομῆεςπολλὰ μάλʼ ἰύζουσιν ἀπόπροθεν οὐδʼ ἐθέλουσινἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμαἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα ΠανθοΐδαοἈτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων,ὅς ῥά οἱ Ἕκτορʼ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ·καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκωνἵππους Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαιἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸςΠατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε