ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδʼ ἄρα πώ τιᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς·πολλὸν γὰρ ῥʼ ἀπάνευθε νεῶν μάρναντο θοάωντείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷτεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσινἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπανἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ·πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων,ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα.δὴ τότε γʼ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθημήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.οἳ δʼ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατʼ ἔχοντεςνωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον·ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων·ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαινῆας ἔπι γλαφυράς, ἀλλʼ αὐτοῦ γαῖα μέλαιναπᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴηεἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισινἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι.ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν·ὦ φίλοι, εἰ καὶ μοῖρα παρʼ ἀνέρι τῷδε δαμῆναιπάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο.ὣς ἄρα τις εἴπεσκε, μένος δʼ ὄρσασκεν ἑκάστου.ὣς οἳ μὲν μάρναντο, σιδήρειος δʼ ὀρυμαγδὸςχάλκεον οὐρανὸν ἷκε διʼ αἰθέρος ἀτρυγέτοιο·ἵπποι δʼ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντεςκλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιοἐν κονίῃσι πεσόντος ὑφʼ Ἕκτορος ἀνδροφόνοιο.ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸςπολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων,πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δʼ ἀρειῇ·τὼ δʼ οὔτʼ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντονἠθελέτην ἰέναι οὔτʼ ἐς πόλεμον μετʼ Ἀχαιούς,ἀλλʼ ὥς τε στήλη μένει ἔμπεδον, ἥ τʼ ἐπὶ τύμβῳἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός,ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντεςοὔδει ἐνισκίμψαντε καρήατα· δάκρυα δέ σφιθερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισινἡνιόχοιο πόθῳ· θαλερὴ δʼ ἐμιαίνετο χαίτηζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν.