δεύετο πορφυρέῳ, τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτοννεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρωνκαὶ Δαναῶν· οὐδʼ οἳ γὰρ ἀναιμωτί γε μάχοντο,παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶἀλλήλοις ἀνʼ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν.ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίηςοὔτέ ποτʼ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην·ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θʼ ὅσσον ἄριστοιἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι.οἳ δʼ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶεὔκηλοι πολέμιζον ὑπʼ αἰθέρι, πέπτατο δʼ αὐγὴἠελίου ὀξεῖα, νέφος δʼ οὐ φαίνετο πάσηςγαίης οὐδʼ ὀρέων· μεταπαυόμενοι δὲ μάχοντοἀλλήλων ἀλεείνοντες βέλεα στονόενταπολλὸν ἀφεσταότες. τοὶ δʼ ἐν μέσῳ ἄλγεʼ ἔπασχονἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷὅσσοι ἄριστοι ἔσαν· δύο δʼ οὔ πω φῶτε πεπύσθηνἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τεΠατρόκλοιο θανόντος ἀμύμονος, ἀλλʼ ἔτʼ ἔφαντοζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι.τὼ δʼ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρωννόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν.τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρειἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶγούνατά τε κνῆμαί τε πόδες θʼ ὑπένερθεν ἑκάστουχεῖρές τʼ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιινἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.ὡς δʼ ὅτʼ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείηνλαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ·δεξάμενοι δʼ ἄρα τοί γε διαστάντες τανύουσικυκλόσʼ, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τʼ ἀλοιφὴπολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό·ὣς οἵ γʼ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃεἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸςΤρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖςνῆας ἔπι γλαφυράς· περὶ δʼ αὐτοῦ μῶλος ὀρώρειἄγριος· οὐδέ κʼ Ἄρης λαοσσόος οὐδέ κʼ Ἀθήνητόν γε ἰδοῦσʼ ὀνόσαιτʼ, οὐδʼ εἰ μάλα μιν χόλος ἵκοι·τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων