Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσανκάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλʼ αὐτὸς ἈπόλλωνΑἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼςκήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντικηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς·τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθεἼλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλουςκάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τεπλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας·ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσινίκην· ἀλλʼ αὐτοὶ τρεῖτʼ ἄσπετον οὐδὲ μάχεσθε.ὣς ἔφατʼ, Αἰνείας δʼ ἑκατηβόλον Ἀπόλλωναἔγνω ἐς ἄντα ἰδών, μέγα δʼ Ἕκτορα εἶπε βοήσας·Ἕκτόρ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρωναἰδὼς μὲν νῦν ἥδε γʼ ἀρηϊφίλων ὑπʼ ἈχαιῶνἼλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας.ἀλλʼ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰςΖῆνʼ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι·τώ ῥʼ ἰθὺς Δαναῶν ἴομεν, μηδʼ οἵ γε ἕκηλοιΠάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα.ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη·οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν.ἔνθʼ αὖτʼ Αἰνείας Λειώκριτον οὔτασε δουρὶυἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον.τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης,στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶνἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν,ὅς ῥʼ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει,καὶ δὲ μετʼ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι.τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος,ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι·ἀλλʼ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατʼ ἔχοντο.Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων·οὔτέ τινʼ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγειοὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων,ἀλλὰ μάλʼ ἀμφʼ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι.ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν