ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴνκαπρίῳ, ὅς τʼ ἐν ὄρεσσι κύνας θαλερούς τʼ αἰζηοὺςῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας·ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴαςῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγαςοἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλισταἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι.ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸςἹππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνηνδησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένονταςἝκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.τὸν δʼ υἱὸς Τελαμῶνος ἐπαΐξας διʼ ὁμίλουπλῆξʼ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου·ἤρικε δʼ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇπληγεῖσʼ ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ,ἐγκέφαλος δὲ παρʼ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆςαἱματόεις· τοῦ δʼ αὖθι λύθη μένος, ἐκ δʼ ἄρα χειρῶνΠατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζεκεῖσθαι· ὃ δʼ ἄγχʼ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷτῆλʼ ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσιθρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼνἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.Ἕκτωρ δʼ αὖτʼ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ·ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχοςτυτθόν· ὃ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸνΦωκήων ὄχʼ ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊοἰκία ναιετάασκε πολέσσʼ ἄνδρεσσιν ἀνάσσων,τὸν βάλʼ ὑπὸ κληῗδα μέσην· διὰ δʼ ἀμπερὲς ἄκρηαἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε·δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.Αἴας δʼ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸνἹπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε·ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸςἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺςΦόρκυν θʼ Ἱππόθοόν τε, λύοντο δὲ τεύχεʼ ἀπʼ ὤμων.ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ ἈχαιῶνἼλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,