ὅς κε τάχα Τρώων κορέει κύνας ἠδʼ οἰωνούς,ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι,καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτειἝκτωρ, ἡμῖν δʼ αὖτʼ ἀναφαίνεται αἰπὺς ὄλεθρος.ἀλλʼ ἄγʼ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ.ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντεςοἵ τε παρʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳδήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστοςλαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστονἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν·ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δʼ ἐνὶ θυμῷΠάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.ὣς ἔφατʼ, ὀξὺ δʼ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας·πρῶτος δʼ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα,τὸν δὲ μετʼ Ἰδομενεὺς καὶ ὀπάων ἸδομενῆοςΜηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.τῶν δʼ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματʼ εἴποι,ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν;Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖοβέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τʼ ἄκραιἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω,τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντεςφραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δʼ ἄρά σφιλαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴνχεῦʼ, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε,ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο·μίσησεν δʼ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαιΤρῳῇσιν· τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους.ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τινʼ αὐτῶνΤρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ,ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶμέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκʼ ἐλέλιξενΑἴας, ὃς περὶ μὲν εἶδος, περὶ δʼ ἔργα τέτυκτοτῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.