ἆ δείλʼ οὐδέ τί τοι θάνατος καταθύμιός ἐστινὃς δή τοι σχεδὸν εἶσι· σὺ δʼ ἄμβροτα τεύχεα δύνειςἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι·τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε,τεύχεα δʼ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμωνεἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω,τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντιδέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος.ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων.Ἕκτορι δʼ ἥρμοσε τεύχεʼ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρηςδεινὸς ἐνυάλιος, πλῆσθεν δʼ ἄρα οἱ μέλεʼ ἐντὸςἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρουςβῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσιτεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος.ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσιΜέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τεἈστεροπαῖόν τε Δεισήνορά θʼ Ἱππόθοόν τεΦόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν·τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων·οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζωνἐνθάδʼ ἀφʼ ὑμετέρων πολίων ἤγειρα ἕκαστον,ἀλλʼ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκναπροφρονέως ῥύοισθε φιλοπτολέμων ὑπʼ Ἀχαιῶν.τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇλαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω.τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθωἠὲ σαωθήτω· ἣ γὰρ πολέμου ὀαριστύς.ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπηςΤρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας,ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δʼ αὐτὸςἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.ὣς ἔφαθʼ, οἳ δʼ ἰθὺς Δαναῶν βρίσαντες ἔβησανδούρατʼ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸςνεκρὸν ὑπʼ Αἴαντος ἐρύειν Τελαμωνιάδαονήπιοι· ἦ τε πολέσσιν ἐπʼ αὐτῷ θυμὸν ἀπηύρα.καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο.οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο,