ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης,αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰλύσειαν, καί κʼ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω·τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστοςἈργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες.ἀλλὰ σύ γʼ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσαςστήμεναι ἄντα κατʼ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ,οὐδʼ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες;ὢ πόποι ἦ τʼ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλωντῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι·νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες,ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι.οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων·ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο,ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκηνῥηϊδίως, ὁτὲ δʼ αὐτὸς ἐποτρύνει μαχέσασθαι.ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις,ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτασχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος.ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί,ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,ὄφρʼ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύωκαλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς.ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρδηΐου ἐκ πολέμοιο· θέων δʼ ἐκίχανεν ἑταίρουςὦκα μάλʼ οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών,οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος.στὰς δʼ ἀπάνευθε μάχης πολυδακρύου ἔντεʼ ἄμειβεν·ἤτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴνΤρωσὶ φιλοπτολέμοισιν, ὃ δʼ ἄμβροτα τεύχεα δῦνεΠηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοὶ Οὐρανίωνεςπατρὶ φίλῳ ἔπορον· ὃ δʼ ἄρα ᾧ παιδὶ ὄπασσεγηράς· ἀλλʼ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα.τὸν δʼ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺςτεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο,κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν·