σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμενγυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.ὣς ἔφατʼ, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε·βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος.Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα,ἕλχʼ ἵνʼ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ,τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη.Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον·Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθʼ ἑταίρων,ἐς δίφρον δʼ ἀνόρουσε· δίδου δʼ ὅ γε τεύχεα καλὰΤρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ.Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψαςἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν,ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ἐν ὕλῃἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει,πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων·ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει.Ἀτρεΐδης δʼ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαοςἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων.Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶνἝκτορʼ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο.ἦ σʼ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα.φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃςοἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν·οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσινεἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦενμάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθʼ ὅμιλονσχέτλιʼ, ἐπεὶ Σαρπηδόνʼ ἅμα ξεῖνον καὶ ἑταῖρονκάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι,ὅς τοι πόλλʼ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷζωὸς ἐών· νῦν δʼ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης.τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶνοἴκαδʼ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος.εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείηἄτρομον, οἷόν τʼ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρηςἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο,αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω.εἰ δʼ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος