οὐδʼ ἔλαθʼ Ἀτρέος υἱὸν ἀρηΐφιλον ΜενέλαονΠάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνʼ ὥς τις περὶ πόρτακι μήτηρπρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο·ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος.πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην,τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι.οὐδʼ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησεΠατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δʼ ἄρʼ αὐτοῦἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον·Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶνχάζεο, λεῖπε δὲ νεκρόν, ἔα δʼ ἔναρα βροτόεντα·οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τʼ ἐπικούρωνΠάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην·τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι,μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι.οὔτʼ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντοςοὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστοςθυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει,ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιοἧς ἥβης ἀπόνηθʼ, ὅτε μʼ ὤνατο καί μʼ ὑπέμεινεκαί μʼ ἔφατʼ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴνἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόνταεὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας.ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄνταστήῃς· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύωἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖοπρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.ὣς φάτο, τὸν δʼ οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα·νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσειςγνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δʼ ἀγορεύεις,χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο,ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας.ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμηνεἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχεʼ ἐνείκαςΠάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ.