αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.τὸν δʼ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ·ἤδη νῦν Ἕκτορ μεγάλʼ εὔχεο· σοὶ γὰρ ἔδωκενίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσανῥηιδίως· αὐτοὶ γὰρ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο.τοιοῦτοι δʼ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν,πάντές κʼ αὐτόθʼ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.ἀλλά με μοῖρʼ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός,ἀνδρῶν δʼ Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·οὔ θην οὐδʼ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδηἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴχερσὶ δαμέντʼ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε·ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκειὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ·Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;τίς δʼ οἶδʼ εἴ κʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιοφθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆςεἴρυσε λὰξ προσβάς, τὸν δʼ ὕπτιον ὦσʼ ἀπὸ δουρός.αὐτίκα δὲ ξὺν δουρὶ μετʼ Αὐτομέδοντα βεβήκειἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο·ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποιἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.