ἔμπεσʼ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιονῆας ἐνιπρήσωσι, φίλον δʼ ἀπὸ νόστον ἕλωνται.πείθεο δʼ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω,ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαιπρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρηνἂψ ἀπονάσσωσιν, ποτὶ δʼ ἀγλαὰ δῶρα πόρωσιν.ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοιδώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης,μὴ σύ γʼ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζεινΤρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις·μὴ δʼ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτιΤρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν,μή τις ἀπʼ Οὐλύμποιο θεῶν αἰειγενετάωνἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων·ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσιθήῃς, τοὺς δʼ ἔτʼ ἐᾶν πεδίον κάτα δηριάασθαι.αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλονμήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι,μήτέ τις Ἀργείων, νῶϊν δʼ ἐκδῦμεν ὄλεθρον,ὄφρʼ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν.ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,Αἴας δʼ οὐκ ἔτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσι·δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶβάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴπήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δʼ αἰεὶκὰπ φάλαρʼ εὐποίηθʼ· ὃ δʼ ἀριστερὸν ὦμον ἔκαμνενἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδὲ δύναντοἀμφʼ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν.αἰεὶ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼςπάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχενἀμπνεῦσαι· πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι,ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰςπλῆξʼ ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν,ἀντικρὺ δʼ ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴαςπῆλʼ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δʼ ἀπʼ αὐτοῦαἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.γνῶ δʼ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τεἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε