πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχοςβριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπʼ ὤμωνἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.τὸν δʼ ἄτη φρένας εἷλε, λύθεν δʼ ὑπὸ φαίδιμα γυῖα,στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρΠανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστοἔγχεΐ θʼ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι·καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφʼ ἵππωνπρῶτʼ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο·ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦοὐδὲ δάμασσʼ· ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδʼ ὑπέμεινεΠάτροκλον γυμνόν περ ἐόντʼ ἐν δηϊοτῆτι.Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶςἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.Ἕκτωρ δʼ ὡς εἶδεν Πατροκλῆα μεγάθυμονἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ,ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶνείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·δούπησεν δὲ πεσών, μέγα δʼ ἤκαχε λαὸν Ἀχαιῶν·ὡς δʼ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ,ὥ τʼ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθονπίδακος ἀμφʼ ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω·πολλὰ δέ τʼ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν·ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸνἝκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα·Πάτροκλʼ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν,Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούραςἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαννήπιε· τάων δὲ πρόσθʼ Ἕκτορος ὠκέες ἵπποιποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δʼ αὐτὸςΤρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνωἦμαρ ἀναγκαῖον· σὲ δέ τʼ ἐνθάδε γῦπες ἔδονται.ἆ δείλʼ, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς,ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετʼ ἰόντι·μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθενῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο