ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει·Πάτροκλος δʼ ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοιΤρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.ὡς δʼ Εὖρός τε Νότος τʼ ἐριδαίνετον ἀλλήλοιινοὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕληνφηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν,αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζουςἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων,ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντεςδῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.πολλὰ δὲ Κεβριόνην ἀμφʼ ὀξέα δοῦρα πεπήγειἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες,πολλὰ δὲ χερμάδια μεγάλʼ ἀσπίδας ἐστυφέλιξανμαρναμένων ἀμφʼ αὐτόν· ὃ δʼ ἐν στροφάλιγγι κονίηςκεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·ἦμος δʼ Ἠέλιος μετενίσετο βουλυτὸν δέ,καὶ τότε δή ῥʼ ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν.ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσανΤρώων ἐξ ἐνοπῆς, καὶ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο,Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε.τρὶς μὲν ἔπειτʼ ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊσμερδαλέα ἰάχων, τρὶς δʼ ἐννέα φῶτας ἔπεφνεν.ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,ἔνθʼ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή·ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃδεινός· ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν,ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε·στῆ δʼ ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τʼ ὤμωχειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.τοῦ δʼ ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων·ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφʼ ἵππωναὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραιαἵματι καὶ κονίῃσι· πάρος γε μὲν οὐ θέμις ἦενἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν,ἀλλʼ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπονῥύετʼ Ἀχιλλῆος· τότε δὲ Ζεὺς Ἕκτορι δῶκενᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος.