Ἕκτορ τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή.αἴθʼ ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην·τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας.ἀλλʼ ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους,αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων.ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,Κεβριόνῃ δʼ ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ Ἀπόλλωνδύσεθʼ ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισινἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.Ἕκτωρ δʼ ἄλλους μὲν Δαναοὺς ἔα οὐδʼ ἐνάριζεν·αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους.Πάτροκλος δʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζεσκαιῇ ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρονμάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν,ἧκε δʼ ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός,οὐδʼ ἁλίωσε βέλος, βάλε δʼ Ἕκτορος ἡνιοχῆαΚεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιοἵππων ἡνίʼ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ.ἀμφοτέρας δʼ ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχενὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιναὐτοῦ πρόσθε ποδῶν· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼςκάππεσʼ ἀπʼ εὐεργέος δίφρου, λίπε δʼ ὀστέα θυμός.τὸν δʼ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ·ὢ πόποι ἦ μάλʼ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ.εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο,πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶννηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη,ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ.ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν.ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκειοἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζωνἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή·ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς.Ἕκτωρ δʼ αὖθʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε.τὼ περὶ Κεβριόναο λέονθʼ ὣς δηρινθήτην,ὥ τʼ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιοἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον·ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆςΠάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ