πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκακάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ.Πάτροκλος δʼ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσαςΤρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγʼ ἀάσθηνήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξενἦ τʼ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο.ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν·ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκηνῥηϊδίως, ὅτε δʼ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι·ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν.ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξαςΠατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν;Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλονκαὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον,αὐτὰρ ἔπειτʼ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην·τοὺς ἕλεν· οἳ δʼ ἄλλοι φύγαδε μνώοντο ἕκαστος.ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες ἈχαιῶνΠατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν,εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργουἔστη τῷ ὀλοὰ φρονέων, Τρώεσσι δʼ ἀρήγων.τρὶς μὲν ἐπʼ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖοΠάτροκλος, τρὶς δʼ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλωνχείρεσσʼ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων.ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·χάζεο διογενὲς Πατρόκλεες· οὔ νύ τοι αἶσασῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων,οὐδʼ ὑπʼ Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων.ὣς φάτο, Πάτροκλος δʼ ἀνεχάζετο πολλὸν ὀπίσσωμῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.Ἕκτωρ δʼ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους·δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας,ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι.ταῦτʼ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλωνἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τεἈσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιοαὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος,ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο·τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·