οἳ δʼ αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαισταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλαςὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει·ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺςτρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ,ἀλλὰ κατʼ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ,πολλὰ μάλʼ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων,ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃαὐτοῦ ἐπʼ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρχαλκῷ δῃώσῃ, ἀπό τʼ ὤμων τεύχεʼ ἕληται,ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναιὄφρʼ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆοςἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴνὤσαιτο προτὶ ἄστυ, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν·ἐς δίφρον δʼ ἀναβὰς φύγαδʼ ἔτραπε, κέκλετο δʼ ἄλλουςΤρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα.ἔνθʼ οὐδʼ ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθενπάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορκείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπʼ αὐτῷκάππεσον, εὖτʼ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.οἳ δʼ ἄρʼ ἀπʼ ὤμοιιν Σαρπηδόνος ἔντεʼ ἕλοντοχάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆαςδῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός.καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·εἰ δʼ ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρονἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειταπολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσιχρῖσόν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσον·πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαιὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκαθήσουσʼ ἐν Λυκίης εὐρείης πίονι δήμῳ,ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τετύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων.βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν,αὐτίκα δʼ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείραςπολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσιχρῖσέν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσε·