στὰν δʼ ἀμφʼ αὐτὸν ἰόντες ἀολλέες· οὐδʼ ἄρʼ Ἀχαιοὶἀλκῆς ἐξελάθοντο, μένος δʼ ἰθὺς φέρον αὐτῶν.ἔνθʼ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴνΛαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺςἸδαίου ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ.τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸςᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.Αἰνείας δʼ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν·ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸνοὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθηἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίηςᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.Αἰνείας δʼ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε·Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόνταἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σʼ ἔβαλόν περ.τὸν δʼ αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα·Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόνταπάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄνταἔλθῃ ἀμυνόμενος· θνητὸς δέ νυ καὶ σὺ τέτυξαι.εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ,αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼςεὖχος ἐμοὶ δοίης, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.ὣς φάτο, τὸν δʼ ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός·Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις;ὦ πέπον οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσινεκροῦ χωρήσουσι· πάρος τινὰ γαῖα καθέξει.ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δʼ ἐνὶ βουλῇ·τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι.ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.τῶν δʼ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρειοὔρεος ἐν βήσσῃς, ἕκαθεν δέ τε γίγνετʼ ἀκουή,ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείηςχαλκοῦ τε ῥινοῦ τε βοῶν τʼ εὐποιητάων,νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.οὐδʼ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖονἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσινἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους.