αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ.ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.οἳ δʼ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγαςΤρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί,σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαιδεινὸν ἀΰσαντες· μέγα δʼ ἔβραχε τεύχεα φωτῶν.Ζεὺς δʼ ἐπὶ νύκτʼ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ,ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη.ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσινυἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς,ὅς ῥʼ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσετὸ πρίν· ἀτὰρ τότε γʼ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξαςἐς Πηλῆʼ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν·οἳ δʼ ἅμʼ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαιἼλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.τόν ῥα τόθʼ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρχερμαδίῳ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθηἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ νεκρῷκάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.Πατρόκλῳ δʼ ἄρʼ ἄχος γένετο φθιμένου ἑτάροιο,ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼςὠκέϊ, ὅς τʼ ἐφόβησε κολοιούς τε ψῆράς τε·ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθεἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο.καί ῥʼ ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸναὐχένα χερμαδίῳ, ῥῆξεν δʼ ἀπὸ τοῖο τένοντας.χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ.ὅσση δʼ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται,ἥν ῥά τʼ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων,τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δʼ Ἀχαιοί.Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάωνἐτράπετʼ, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμονΧάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίωνὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι.τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶστρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων·δούπησεν δὲ πεσών· πυκινὸν δʼ ἄχος ἔλλαβʼ Ἀχαιούς,ὡς ἔπεσʼ ἐσθλὸς ἀνήρ· μέγα δὲ Τρῶες κεχάροντο,