ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δʼ ὤριστος ὄλωλεΣαρπηδὼν Διὸς υἱός· ὃ δʼ οὐ οὗ παιδὸς ἀμύνει.ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι,κοίμησον δʼ ὀδύνας, δὸς δὲ κράτος, ὄφρʼ ἑτάροισικεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν,αὐτός τʼ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι.ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.αὐτίκα παῦσʼ ὀδύνας ἀπὸ δʼ ἕλκεος ἀργαλέοιοαἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ.Γλαῦκος δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ γήθησέν τεὅττί οἱ ὦκʼ ἤκουσε μέγας θεὸς εὐξαμένοιο.πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδραςπάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθωνΠουλυδάμαντʼ ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον,βῆ δὲ μετʼ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν,ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων,οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴηςθυμὸν ἀποφθινύθουσι· σὺ δʼ οὐκ ἐθέλεις ἐπαμύνειν.κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων,ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ·τὸν δʼ ὑπὸ Πατρόκλῳ δάμασʼ ἔγχεϊ χάλκεος Ἄρης.ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ,μὴ ἀπὸ τεύχεʼ ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸνΜυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο,τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν.ὣς ἔφατο, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθοςἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληοςἔσκε καὶ ἀλλοδαπός περ ἐών· πολέες γὰρ ἅμʼ αὐτῷλαοὶ ἕποντʼ, ἐν δʼ αὐτὸς ἀριστεύεσκε μάχεσθαι·βὰν δʼ ἰθὺς Δαναῶν λελιημένοι· ἦρχε δʼ ἄρά σφινἝκτωρ χωόμενος Σαρπηδόνος. αὐτὰρ Ἀχαιοὺςὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ·Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω,οἷοί περ πάρος ἦτε μετʼ ἀνδράσιν ἢ καὶ ἀρείους.κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος ἈχαιῶνΣαρπηδών· ἀλλʼ εἴ μιν ἀεικισσαίμεθʼ ἑλόντες,τεύχεά τʼ ὤμοιιν ἀφελοίμεθα, καί τινʼ ἑταίρων