ἀλλʼ ἔβαλʼ ἔνθʼ ἄρα τε φρένες ἔρχαται ἀμφʼ ἁδινὸν κῆρ.ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒςἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρεςἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶςβεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼναἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι,ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος,ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάωνκτεινόμενος μενέαινε, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·Γλαῦκε πέπον πολεμιστὰ μετʼ ἀνδράσι νῦν σε μάλα χρὴαἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι.πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδραςπάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ.σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδοςἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μʼ Ἀχαιοὶτεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψενὀφθαλμοὺς ῥῖνάς θʼ· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνωνἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο·τοῖο δʼ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσʼ αἰχμήν.Μυρμιδόνες δʼ αὐτοῦ σχέθον ἵππους φυσιόωνταςἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματʼ ἀνάκτων.Γλαύκῳ δʼ αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι·ὠρίνθη δέ οἱ ἦτορ ὅ τʼ οὐ δύνατο προσαμῦναι.χειρὶ δʼ ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸνἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷτείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων.εὐχόμενος δʼ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι·κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳεἲς ἢ ἐνὶ Τροίῃ· δύνασαι δὲ σὺ πάντοσʼ ἀκούεινἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει.ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷματερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπʼ αὐτοῦ·ἔγχος δʼ οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι