ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ,φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλοςπέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης·πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονταιυἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις.ἀλλʼ εἴ τοι φίλος ἐστί, τεὸν δʼ ὀλοφύρεται ἦτορ,ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃχέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι·αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών,πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνονεἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται,ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τετύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζεπαῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλεφθίσειν ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,ἔνθʼ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον,ὅς ῥʼ ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος,τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα.Σαρπηδὼν δʼ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷδεύτερον ὁρμηθείς, ὃ δὲ Πήδασον οὔτασεν ἵππονἔγχεϊ δεξιὸν ὦμον· ὃ δʼ ἔβραχε θυμὸν ἀΐσθων,κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφισύγχυτʼ, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι.τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ·σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦἀΐξας ἀπέκοψε παρήορον οὐδʼ ἐμάτησε·τὼ δʼ ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν·τὼ δʼ αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο.ἔνθʼ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ,Πατρόκλου δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷΠάτροκλος· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,