αἴ κʼ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιοΤρῶες, ἀναπνεύσωσι δʼ Ἀρήϊοι υἷες Ἀχαιῶντειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλενοἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι.τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες·οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα,οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ·ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαικαὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ·αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ.κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν,δουρὶ δʼ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας,τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων ἈγαμέμνωνἈτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδʼ ἄρα πως ἦνἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γεοὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλʼ ὁπότʼ ἂν δὴνῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.τύνη δʼ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι,ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι,εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκενηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσηςκεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντεςἈργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκεθάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπονἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλουςπλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνωνἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται.οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσιμαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι·οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντοςἐχθρῆς ἐκ κεφαλῆς· ἀλλʼ Ἕκτορος ἀνδροφόνοιοΤρωσὶ κελεύοντος περιάγνυται, οἳ δʼ ἀλαλητῷπᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς.ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων