δούπησεν δὲ πεσών· ὃ δὲ Θέστορα Ἤνοπος υἱὸνδεύτερον ὁρμηθείς· ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳἧστο ἀλείς· ἐκ γὰρ πλήγη φρένας, ἐκ δʼ ἄρα χειρῶνἡνία ἠΐχθησαν· ὃ δʼ ἔγχεϊ νύξε παραστὰςγναθμὸν δεξιτερόν, διὰ δʼ αὐτοῦ πεῖρεν ὀδόντων,ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼςπέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺνἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ·ὣς ἕλκʼ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ,κὰδ δʼ ἄρʼ ἐπὶ στόμʼ ἔωσε· πεσόντα δέ μιν λίπε θυμός.αὐτὰρ ἔπειτʼ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳμέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθηἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃκάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.αὐτὰρ ἔπειτʼ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ ἘπάλτηνΤληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τεἸφέα τʼ Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλονπάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.Σαρπηδὼν δʼ ὡς οὖν ἴδʼ ἀμιτροχίτωνας ἑταίρουςχέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας,κέκλετʼ ἄρʼ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν·αἰδὼς ὦ Λύκιοι· πόσε φεύγετε; νῦν θοοὶ ἔστε.ἀντήσω γὰρ ἐγὼ τοῦδʼ ἀνέρος, ὄφρα δαείωὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργεΤρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν.ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.Πάτροκλος δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου.οἳ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαιπέτρῃ ἐφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται,ὣς οἳ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω,Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε·ὤ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶνμοῖρʼ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι.διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι,ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσηςθείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ,ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω.τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.