σκέπτετʼ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην·ἀλλὰ καὶ ὧς ἀνέμιμνε, σάω δʼ ἐρίηρας ἑταίρους.ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσωαἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ,ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε,οὐδὲ κατὰ μοῖραν πέραον πάλιν. Ἕκτορα δʼ ἵπποιἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸνΤρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε.πολλοὶ δʼ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποιἄξαντʼ ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματʼ ἀνάκτων,Πάτροκλος δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύωνΤρωσὶ κακὰ φρονέων· οἳ δὲ ἰαχῇ τε φόβῳ τεπάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν· ὕψι δʼ ἀέλλησκίδναθʼ ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποιἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.Πάτροκλος δʼ ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν,τῇ ῥʼ ἔχʼ ὁμοκλήσας· ὑπὸ δʼ ἄξοσι φῶτες ἔπιπτονπρηνέες ἐξ ὀχέων, δίφροι δʼ ἀνακυμβαλίαζον.ἀντικρὺ δʼ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποιἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα,πρόσσω ἱέμενοι, ἐπὶ δʼ Ἕκτορι κέκλετο θυμός·ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι.ὡς δʼ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼνἤματʼ ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρΖεύς, ὅτε δή ῥʼ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ,οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας,ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες·τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες,πολλὰς δὲ κλιτῦς τότʼ ἀποτμήγουσι χαράδραι,ἐς δʼ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαιἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργʼ ἀνθρώπων·ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι.Πάτροκλος δʼ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας,ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐδὲ πόληοςεἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺνηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖοκτεῖνε μεταΐσσων, πολέων δʼ ἀπετίνυτο ποινήν.ἔνθʼ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷστέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα·