στὰς πρόσθεν νέκυος· τοῦ δʼ ἀντίθεος Θρασυμήδηςἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐδʼ ἀφάμαρτεν,ὦμον ἄφαρ· πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴδρύψʼ ἀπὸ μυώνων, ἀπὸ δʼ ὀστέον ἄχρις ἄραξε·δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν.ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντεβήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροιυἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιρανθρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν.Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσαςζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον· ἀλλά οἱ αὖθιλῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι.πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσεἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.Πηνέλεως δὲ Λύκων τε συνέδραμον· ἔγχεσι μὲν γὰρἤμβροτον ἀλλήλων, μέλεον δʼ ἠκόντισαν ἄμφω·τὼ δʼ αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲνἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸνφάσγανον ἐρραίσθη· ὃ δʼ ὑπʼ οὔατος αὐχένα θεῖνεΠηνέλεως, πᾶν δʼ εἴσω ἔδυ ξίφος, ἔσχεθε δʼ οἶονδέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα.Μηριόνης δʼ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισινύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς.Ἰδομενεὺς δʼ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷνύξε· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησενέρθεν ὑπʼ ἐγκεφάλοιο, κέασσε δʼ ἄρʼ ὀστέα λευκά·ἐκ δʼ ἐτίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφωαἵματος ὀφθαλμοί· τὸ δʼ ἀνὰ στόμα καὶ κατὰ ῥῖναςπρῆσε χανών· θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν.οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος.ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισισίνται ὑπʼ ἐκ μήλων αἱρεύμενοι, αἵ τʼ ἐν ὄρεσσιποιμένος ἀφραδίῃσι διέτμαγεν· οἳ δὲ ἰδόντεςαἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας·ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον· οἳ δὲ φόβοιοδυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς.Αἴας δʼ ὃ μέγας αἰὲν ἐφʼ Ἕκτορι χαλκοκορυστῇἵετʼ ἀκοντίσσαι· ὃ δὲ ἰδρείῃ πολέμοιοἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους