ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωναμηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δʼ ἑλέσθαι·πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο,νηῒ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου,καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰςἤγαγεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος·τὸν βάλε δεξιὸν ὦμον· ὃ δʼ ὕπτιος ἐν κονίῃσικάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθενΠαίονες· ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασινἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι.ἐκ νηῶν δʼ ἔλασεν, κατὰ δʼ ἔσβεσεν αἰθόμενον πῦρ.ἡμιδαὴς δʼ ἄρα νηῦς λίπετʼ αὐτόθι· τοὶ δὲ φόβηθενΤρῶες θεσπεσίῳ ὁμάδῳ· Δαναοὶ δʼ ἐπέχυντονῆας ἀνὰ γλαφυράς· ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιοκινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς,ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροικαὶ νάπαι, οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ,ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρτυτθὸν ἀνέπνευσαν, πολέμου δʼ οὐ γίγνετʼ ἐρωή·οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶνπροτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν,ἀλλʼ ἔτʼ ἄρʼ ἀνθίσταντο, νεῶν δʼ ὑπόεικον ἀνάγκῃ.ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνηςἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸςαὐτίκʼ ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸνἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·ῥῆξεν δʼ ὀστέον ἔγχος, ὃ δὲ πρηνὴς ἐπὶ γαίῃκάππεσʼ· ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόανταστέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα.Φυλεΐδης δʼ Ἄμφικλον ἐφορμηθέντα δοκεύσαςἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστοςμυὼν ἀνθρώπου πέλεται· περὶ δʼ ἔγχεος αἰχμῇνεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσε κάλυψε.Νεστορίδαι δʼ ὃ μὲν οὔτασʼ Ἀτύμνιον ὀξέϊ δουρὶἈντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος·ἤριπε δὲ προπάροιθε. Μάρις δʼ αὐτοσχεδὰ δουρὶἈντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς