μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ,θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρεἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζεινἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοιμαίνονθʼ, ὁππότʼ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος.αὐτὰρ ἐπεί κʼ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται,ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτοτεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεύς.τῷ δʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε·νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τεδῶκε, σόον δʼ ἀνένευσε μάχης ἐξαπονέεσθαι.ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶἂψ κλισίην εἰσῆλθε, δέπας δʼ ἀπέθηκʼ ἐνὶ χηλῷ,στῆ δὲ πάροιθʼ ἐλθὼν κλισίης, ἔτι δʼ ἤθελε θυμῷεἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν.οἳ δʼ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντεςἔστιχον, ὄφρʼ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν.αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντοεἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντεςαἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκίʼ ἔχονταςνηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι.τοὺς δʼ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτηςκινήσῃ ἀέκων, οἳ δʼ ἄλκιμον ἦτορ ἔχοντεςπρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι.τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντεςἐκ νηῶν ἐχέοντο· βοὴ δʼ ἄσβεστος ὀρώρει.Πάτροκλος δʼ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας·Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆοςἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγʼ ἄριστοςἈργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες,γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνωνἣν ἄτην, ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου,ἐν δʼ ἔπεσον Τρώεσσιν ἀολλέες· ἀμφὶ δὲ νῆεςσμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν.Τρῶες δʼ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸναὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας,πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες