ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσιπάνθʼ ὑπὸ μηνιθμόν, καί μʼ ᾐτιάασθε ἕκαστος·σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σʼ ἔτρεφε μήτηρ,νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους·οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιναὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.ταῦτά μʼ ἀγειρόμενοι θάμʼ ἐβάζετε· νῦν δὲ πέφανταιφυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γʼ ἐράασθε.ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω.ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν.ὡς δʼ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισιδώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων,ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισινευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.πάντων δὲ προπάροιθε δύʼ ἀνέρε θωρήσσοντοΠάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντεςπρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺςβῆ ῥʼ ἴμεν ἐς κλισίην, χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέῳγεκαλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζαθῆκʼ ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνωνχλαινάων τʼ ἀνεμοσκεπέων οὔλων τε ταπήτων.ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλοςοὔτʼ ἀνδρῶν πίνεσκεν ἀπʼ αὐτοῦ αἴθοπα οἶνον,οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί.τό ῥα τότʼ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳπρῶτον, ἔπειτα δʼ ἔνιψʼ ὕδατος καλῇσι ῥοῇσι,νίψατο δʼ αὐτὸς χεῖρας, ἀφύσσατο δʼ αἴθοπα οἶνον.εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνονοὐρανὸν εἰσανιδών· Δία δʼ οὐ λάθε τερπικέραυνον·Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίωνΔωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶσοὶ ναίουσʼ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι,ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο,τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν,ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι,ἀλλʼ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι