λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρἄκρον ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸςστήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ·τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντεςἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαοῥώοντʼ· ἐν δʼ ἄρα τοῖσιν ἀρήϊος ἵστατʼ Ἀχιλλεύς,ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.πεντήκοντʼ ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺςἐς Τροίην ἡγεῖτο Διῒ φίλος· ἐν δὲ ἑκάστῃπεντήκοντʼ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι·πέντε δʼ ἄρʼ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθεισημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε.τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξυἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο·ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ ΠολυδώρηΣπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα,αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι,ὅς ῥʼ ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα.τῆς δʼ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευεπαρθένιος, τὸν ἔτικτε χορῷ καλὴ ΠολυμήληΦύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντηςἠράσατʼ, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσινἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.αὐτίκα δʼ εἰς ὑπερῷʼ ἀναβὰς παρελέξατο λάθρῃἙρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸνΕὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυιαἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς,τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαοἠγάγετο πρὸς δώματʼ, ἐπεὶ πόρε μυρία ἕδνα,τὸν δʼ ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδʼ ἀτίταλλενἀμφαγαπαζόμενος ὡς εἴ θʼ ἑὸν υἱὸν ἐόντα.τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευεΜαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσινἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον.τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ,πέμπτης δʼ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων.αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμʼ ἡγεμόνεσσιν Ἀχιλλεὺςστῆσεν ἐῢ κρίνας, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω,