Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην·χάζετο δʼ ἐκ βελέων. τοὶ δʼ ἔμβαλον ἀκάματον πῦρνηῒ θοῇ· τῆς δʼ αἶψα κατʼ ἀσβέστη κέχυτο φλόξ.ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν· αὐτὰρ Ἀχιλλεὺςμηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν·ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε·λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν·μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται·δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω.ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ.κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκεκαλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλονχάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκενἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.εἵλετο δʼ ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει.ἔγχος δʼ οὐχ ἕλετʼ οἶον ἀμύμονος Αἰακίδαοβριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶνπάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι ἈχιλλεὺςΠηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε ΧείρωνΠηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.ἵππους δʼ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε,τὸν μετʼ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα,πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν.τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππουςΞάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην,τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργηβοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο.ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει,τόν ῥά ποτʼ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγʼ Ἀχιλλεύς,ὃς καὶ θνητὸς ἐὼν ἕπεθʼ ἵπποις ἀθανάτοισι.Μυρμιδόνας δʼ ἄρʼ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺςπάντας ἀνὰ κλισίας σὺν τεύχεσιν· οἳ δὲ λύκοι ὣςὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή,οἵ τʼ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντεςδάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν·καί τʼ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου