ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο·Πάτροκλος δʼ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶνδάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος,ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρηνηπίη, ἥ θʼ ἅμα μητρὶ θέουσʼ ἀνελέσθαι ἀνώγειεἱανοῦ ἁπτομένη, καί τʼ ἐσσυμένην κατερύκει,δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρʼ ἀνέληται·τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ,ἦέ τινʼ ἀγγελίην Φθίης ἐξέκλυες οἶος;ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν,ζώει δʼ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι;τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.ἦε σύ γʼ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονταινηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ·ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶνμὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,οὔτασται δʼ Ὀδυσεὺς δουρικλυτὸς ἠδʼ Ἀγαμέμνων,βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.τοὺς μέν τʼ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονταιἕλκεʼ ἀκειόμενοι· σὺ δʼ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.μὴ ἐμέ γʼ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσειςαἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περαἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσαπέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνειςκαί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,ἀλλʼ ἐμέ περ πρόες ὦχʼ, ἃμα δʼ ἄλλον λαὸν ὄπασσονΜυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι.δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι,