γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃἔνθʼ εἴην ἢ ἔνθα, μενοινήῃσί τε πολλά,ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη·ἵκετο δʼ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δʼ ἐπῆλθενἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἳ δὲ ἰδόντεςπάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν.ἣ δʼ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳδέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα,καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας·ἦ μάλα δή σʼ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης.τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ λευκώλενος Ἥρη·μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴοἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.ἀλλὰ σύ γʼ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης·ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισινοἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημιπᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσινοὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων.ἣ μὲν ἄρʼ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη,ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοί· ἣ δʼ ἐγέλασσεχείλεσιν, οὐδὲ μέτωπον ἐπʼ ὀφρύσι κυανέῃσινἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα·νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες·ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντεςἢ ἔπει ἠὲ βίῃ· ὃ δʼ ἀφήμενος οὐκ ἀλεγίζειοὐδʼ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσικάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος.τὼ ἔχεθʼ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ.ἤδη γὰρ νῦν ἔλπομʼ Ἄρηΐ γε πῆμα τετύχθαι·υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶνἈσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.ὣς ἔφατʼ, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼχερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·μὴ νῦν μοι νεμεσήσετʼ Ὀλύμπια δώματʼ ἔχοντεςτίσασθαι φόνον υἷος ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷκεῖσθαι ὁμοῦ νεκύεσσι μεθʼ αἵματι καὶ κονίῃσιν.ὣς φάτο, καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τεζευγνύμεν, αὐτὸς δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.