ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων,οἵ μʼ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιναὐτόν τʼ ἰσχανάασκον ἐρητύοντό τε λαόν·ἀλλʼ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺςἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.ὣς ἔφαθʼ, οἳ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν.Αἴας δʼ οὐκέτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν·ἀλλʼ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαιθρῆνυν ἐφʼ ἑπταπόδην, λίπε δʼ ἴκρια νηὸς ἐΐσης.ἔνθʼ ἄρʼ ὅ γʼ ἑστήκει δεδοκημένος, ἔγχεϊ δʼ αἰεὶΤρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ·αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε·ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηοςἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω,ἦέ τι τεῖχος ἄρειον, ὅ κʼ ἀνδράσι λοιγὸν ἀμύναι;οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,ᾗ κʼ ἀπαμυναίμεσθʼ ἑτεραλκέα δῆμον ἔχοντες·ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάωνπόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης·τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο.ἦ, καὶ μαιμώων ἔφεπʼ ἔγχεϊ ὀξυόεντι.ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτοσὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος,τὸν δʼ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ·δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.