σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηταιλαοφόρον καθʼ ὁδόν· πολέες τέ ἑ θηήσαντοἀνέρες ἠδὲ γυναῖκες· ὃ δʼ ἔμπεδον ἀσφαλὲς αἰεὶθρῴσκων ἄλλοτʼ ἐπʼ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται·ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶνφοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν,αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευενηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρμίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων·ἀλλʼ ὥς τʼ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθωνἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάωνχηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιοἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθεχειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμʼ αὐτῷ.αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη·φαίης κʼ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισινἄντεσθʼ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο.τοῖσι δὲ μαρναμένοισιν ὅδʼ ἦν νόος· ἤτοι Ἀχαιοὶοὐκ ἔφασαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ, ἀλλʼ ὀλέεσθαι,Τρωσὶν δʼ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστουνῆας ἐνιπρήσειν κτενέειν θʼ ἥρωας Ἀχαιούς.οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν·Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιοκαλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικενἐς Τροίην, οὐδʼ αὖτις ἀπήγαγε πατρίδα γαῖαν.τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τεδῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδʼ ἄρα τοί γετόξων ἀϊκὰς ἀμφὶς μένον οὐδʼ ἔτʼ ἀκόντων,ἀλλʼ οἵ γʼ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντεςὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντοκαὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήενταἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δʼ ἀπʼ ὤμωνἀνδρῶν μαρναμένων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίειἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν·οἴσετε πῦρ, ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτʼ ἀϋτήν·νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκενῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι