τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνωνπαντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι,καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο·ὅς ῥα τόθʼ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε.στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο,τὴν αὐτὸς φορέεσκε ποδηνεκέʼ ἕρκος ἀκόντων·τῇ ὅ γʼ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξσμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.Ἕκτωρ δʼ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη,στήθεϊ δʼ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρωνκτεῖνʼ· οἳ δʼ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρουχραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον.εἰσωποὶ δʼ ἐγένοντο νεῶν, περὶ δʼ ἔσχεθον ἄκραινῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δʼ ἐπέχυντο.Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃτῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμεινανἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼςκαὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶνλίσσεθʼ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον·ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστοςπαίδων ἠδʼ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων,ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι·τῶν ὕπερ ἐνθάδʼ ἐγὼ γουνάζομαι οὐ παρεόντωνἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ.ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνηθεσπέσιον· μάλα δέ σφι φόως γένετʼ ἀμφοτέρωθενἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο.Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους,ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο,ἠδʼ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν.οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν·ἀλλʼ ὅ γε νηῶν ἴκριʼ ἐπῴχετο μακρὰ βιβάσθων,νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσικολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ.ὡς δʼ ὅτʼ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς,ὅς τʼ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους,