ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶνθησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν.τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρενἝκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν.μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦροὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης·ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσελαμπέσθην βλοσυρῇσιν ὑπʼ ὀφρύσιν, ἀμφὶ δὲ πήληξσμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιοἝκτορος· αὐτὸς γάρ οἱ ἀπʼ αἰθέρος ἦεν ἀμύντωρΖεύς, ὅς μιν πλεόνεσσι μετʼ ἀνδράσι μοῦνον ἐόντατίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλενἔσσεσθʼ· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρΠαλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν.καί ῥʼ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων,ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχεʼ ἄριστα·ἀλλʼ οὐδʼ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων·ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρηἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα,ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθακύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν·ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορʼ ὁμίλῳ,ἐν δʼ ἔπεσʼ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσιλάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσαἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτηἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦταιδειδιότες· τυτθὸν γὰρ ὑπʼ ἐκ θανάτοιο φέρονται·ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.αὐτὰρ ὅ γʼ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών,αἵ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονταιμυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼςθηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν·ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιναἰὲν ὁμοστιχάει, ὃ δέ τʼ ἐν μέσσῃσιν ὀρούσαςβοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότʼ Ἀχαιοὶθεσπεσίως ἐφόβηθεν ὑφʼ Ἕκτορι καὶ Διὶ πατρὶπάντες, ὃ δʼ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην,Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτοςἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ.