ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ,ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον,ἐν θυμῷ δʼ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆαςἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.Ἀντίλοχον δʼ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος·Ἀντίλοχʼ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν,οὔτε ποσὶν θάσσων οὔτʼ ἄλκιμος ὡς σὺ μάχεσθαι·εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δʼ ὀρόθυνεν·ἐκ δʼ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντοἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,ἀλλʼ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιπποννισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν.δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν.Ἀντίλοχος δʼ ἐπόρουσε κύων ὥς, ὅς τʼ ἐπὶ νεβρῷβλημένῳ ἀΐξῃ, τόν τʼ ἐξ εὐνῆφι θορόνταθηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα·ὣς ἐπὶ σοὶ Μελάνιππε θόρʼ Ἀντίλοχος μενεχάρμηςτεύχεα συλήσων· ἀλλʼ οὐ λάθεν Ἕκτορα δῖον,ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.Ἀντίλοχος δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής,ἀλλʼ ὅ γʼ ἄρʼ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς,ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσιφεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν·ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο·στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισινηυσὶν ἐπεσσεύοντο, Διὸς δʼ ἐτέλειον ἐφετμάς,ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸνἈργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δʼ ὀρόθυνεν.Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαιΠριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρἐμβάλοι ἀκάματον, Θέτιδος δʼ ἐξαίσιον ἀρὴνπᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺςνηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι.