Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλωνεἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι·αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.δούπησεν δὲ πεσών· ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼςΛαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸνΛαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς,ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,τόν ῥʼ ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺςἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος.ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτηςἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν·ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσʼ ὄλεθρον.τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείηςκύμβαχον ἀκρότατον νύξʼ ἔγχεϊ ὀξυόεντι,ῥῆξε δʼ ἀφʼ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζεκάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός.εἷος ὃ τῷ πολέμιζε μένων, ἔτι δʼ ἔλπετο νίκην,τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ,στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δʼ ὦμον ὄπισθεν·αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσαπρόσσω ἱεμένη· ὃ δʼ ἄρα πρηνὴς ἐλιάσθη.τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχεʼ ἀπʼ ὤμωνσυλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσεπᾶσι μάλα, πρῶτον δʼ Ἱκεταονίδην ἐνένιπενἴφθιμον Μελάνιππον. ὃ δʼ ὄφρα μὲν εἰλίποδας βοῦςβόσκʼ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων·αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι·τόν ῥʼ Ἕκτωρ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχεʼ ἕπουσιν;ἀλλʼ ἕπευ· οὐ γὰρ ἔτʼ ἔστιν ἀποσταδὸν Ἀργείοισιμάρνασθαι, πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ κατʼ ἄκρηςἼλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας.ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς·Ἀργείους δʼ ὄτρυνε μέγας Τελαμώνιος Αἴας·