ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,βῆ δʼ ἰέναι, μάλα δʼ ὦκα θέων Αἴαντι παρέστη.Ἕκτωρ δʼ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα,Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆςνῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσινἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.ῥεῖα δʼ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή,ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ,ἠδʼ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν,ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δʼ ἀρήγει.ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέωνβλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃτεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρηςτεθνάμεν· ἀλλʼ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶοἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.Αἴας δʼ αὖθʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν·αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαιἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν.ἦ ἔλπεσθʼ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος;ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπανταἝκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει;οὐ μὰν ἔς γε χορὸν κέλετʼ ἐλθέμεν, ἀλλὰ μάχεσθαι.ἡμῖν δʼ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνωνἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε.βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναιἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτιὧδʼ αὔτως παρὰ νηυσὶν ὑπʼ ἀνδράσι χειροτέροισιν.ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.ἔνθʼ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸνἀρχὸν Φωκήων, Αἴας δʼ ἕλε Λαοδάμανταἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν·Πουλυδάμας δʼ Ὦτον Κυλλήνιον ἐξενάριξεΦυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὃ δʼ ὕπαιθα λιάσθη