ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;ὣς φάθʼ, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρηνἰοδόκον· μάλα δʼ ὦκα βέλεα Τρώεσσιν ἐφίει.καί ῥʼ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸνΠουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαοἡνία χερσὶν ἔχοντα· ὃ μὲν πεπόνητο καθʼ ἵππους·τῇ γὰρ ἔχʼ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγεςἝκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός·ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποικείνʼ ὄχεα κροτέοντες. ἄναξ δʼ ἐνόησε τάχισταΠουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.τοὺς μὲν ὅ γʼ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε,πολλὰ δʼ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωνταἵππους· αὐτὸς δʼ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἐφʼ Ἕκτορι χαλκοκορυστῇαἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.ἀλλʼ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥʼ ἐφύλασσενἝκτορʼ, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳῥῆξʼ ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός.Τεῦκρος δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρειδαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός,νευρὴν δʼ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησαπρώϊον, ὄφρʼ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς.τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺςκεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας·αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳμάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς.μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεννῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.ὣς φάθʼ, ὃ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν,αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν