μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθωνπημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δʼ ἀρήγει,ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,τειρομένους δʼ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμηντῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς.ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·εἰ μὲν δὴ σύ γʼ ἔπειτα βοῶπις πότνια Ἥρηἶσον ἐμοὶ φρονέουσα μετʼ ἀθανάτοισι καθίζοις,τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ,αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ.ἀλλʼ εἰ δή ῥʼ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσονἾρίν τʼ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον,ὄφρʼ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνωνἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτιπαυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθʼ ἱκέσθαι,Ἕκτορα δʼ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων,αὖτις δʼ ἐμπνεύσῃσι μένος, λελάθῃ δʼ ὀδυνάωναἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺςαὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας,φεύγοντες δʼ ἐν νηυσὶ πολυκλήϊσι πέσωσιΠηλεΐδεω Ἀχιλῆος· ὃ δʼ ἀνστήσει ὃν ἑταῖρονΠάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος ἝκτωρἸλίου προπάροιθε πολέας ὀλέσαντʼ αἰζηοὺςτοὺς ἄλλους, μετὰ δʼ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς.ἐκ τοῦ δʼ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶναἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κʼ ἈχαιοὶἼλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς.τὸ πρὶν δʼ οὔτʼ ἄρʼ ἐγὼ παύω χόλον οὔτέ τινʼ ἄλλονἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδʼ ἐάσωπρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ,ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δʼ ἐπένευσα κάρητι,ἤματι τῷ ὅτʼ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων,λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.ὡς δʼ ὅτʼ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τʼ ἐπὶ πολλὴν