ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγεσπεύσομαι εἰς Ἀχιλῆα, ἵνʼ ὀτρύνω πολεμίζειν.τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνωπαρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ ἈχαιοὶΤρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδʼ ἐδύναντοπαυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν·οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγαςῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν.ἀλλʼ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνειτέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσηςεὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε·ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν,Ἕκτωρ δʼ ἄντʼ Αἴαντος ἐείσατο κυδαλίμοιο.τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντοοὔθʼ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆαοὔθʼ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.ἔνθʼ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴαςπῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί.δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.Ἕκτωρ δʼ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσινἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης,Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶμὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,ἀλλʼ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶτεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.τοῦ μὲν ἅμαρθʼ, ὃ δʼ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸνΑἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρʼ αὐτῷναῖʼ, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,τόν ῥʼ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷἑσταότʼ ἄγχʼ Αἴαντος· ὃ δʼ ὕπτιος ἐν κονίῃσινηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα.Αἴας δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖροςΜαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόνταἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·τὸν δʼ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ