αἰγίδʼ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶνῥεῖα μάλʼ, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,ὅς τʼ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσινἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺνσύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσιχεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶνεὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίωνεὔχετο νοστῆσαι, σὺ δʼ ὑπέσχεο καὶ κατένευσας,τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ,μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.ὣς ἔφατʼ εὐχόμενος, μέγα δʼ ἔκτυπε μητίετα Ζεύς,ἀράων ἀΐων Νηληϊάδαο γέροντος.Τρῶες δʼ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο,μᾶλλον ἐπʼ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης.οἳ δʼ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιονηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότʼ ἐπείγῃἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματʼ ὀφέλλει·ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον,ἵππους δʼ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντοἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφʼ ἵππων,οἳ δʼ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντεςμακροῖσι ξυστοῖσι, τά ῥά σφʼ ἐπὶ νηυσὶν ἔκειτοναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.Πάτροκλος δʼ εἷος μὲν Ἀχαιοί τε Τρῶές τετείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,τόφρʼ ὅ γʼ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιοἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δʼ ἕλκεϊ λυγρῷφάρμακʼ ἀκέσματʼ ἔπασσε μελαινάων ὀδυνάων.αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησεΤρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,ᾤμωξέν τʼ ἄρʼ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼχερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·Εὐρύπυλʼ οὐκ ἔτι τοι δύναμαι χατέοντί περʼ ἔμπηςἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν·