σεῖσʼ, ἐπὶ δʼ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸνἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς.οἳ δʼ ὥς τʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγʼ οἰῶνθῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷἐλθόντʼ ἐξαπίνης σημάντορος οὐ παρεόντος,ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλωνἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης.Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε,τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων,τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον·Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιοἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιενἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰςγνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·Ἴασος αὖτʼ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο,υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.Μηκιστῆ δʼ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτηςπρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δʼ ἕλε δῖος Ἀγήνωρ.Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθεφεύγοντʼ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα, τόφρα δʼ Ἀχαιοὶτάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ.Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσαςνηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δʼ ἔναρα βροτόεντα·ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γεγνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα,ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππουςκεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷπάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππουςἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλωνῥεῖʼ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπωνἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθονμακρὴν ἠδʼ εὐρεῖαν, ὅσον τʼ ἐπὶ δουρὸς ἐρωὴγίγνεται, ὁππότʼ ἀνὴρ σθένεος πειρώμενος ᾗσι.τῇ ῥʼ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δʼ Ἀπόλλων